Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
  • Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
  • οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
  • ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
  • ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
  • αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
  • νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
  • σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
  • ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
  • τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
  • χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ