Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
  2. οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
  3. εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·
  4. αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
  5. οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
  6. ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν
  7. ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·
  8. πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
  9. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  10. ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
  11. ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,