Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·
  2. τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
  3. τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
  4. χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
  5. οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
  6. εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·
  7. αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
  8. οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
  9. ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν
  10. ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·
  11. πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
  12. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  13. ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
  14. ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,
  15. μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
  16. ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.
  17. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  18. πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
  19. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
  20. ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς
  21. εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
  22. γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος
  23. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·
  24. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
  25. αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,
  26. καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
  27. χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
  28. κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.
  1. γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,
  2. δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·
  3. γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.
  4. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
  5. ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι
  6. ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.
  7. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
  8. μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον
  9. κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.
  10. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  11. μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
  12. ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,
  13. καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
  14. οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
  15. τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
  16. ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις
  17. ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;
  18. οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
  19. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  20. ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
  21. εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
  22. ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,
  23. τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
  24. αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
  25. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  26. οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι
  27. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
  28. ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
  29. Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
  30. ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
  31. ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
  32. ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
  33. γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·
  34. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  35. εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,
  36. εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
  37. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
  38. μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.
  39. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  40. οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
  41. κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
  42. ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,
  43. πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
  44. Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
  45. εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
  46. ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,
  47. κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.
  48. νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν
  49. ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,
  50. πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.
  51. ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον
  52. ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.
  53. νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·
  54. ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ
  55. καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον
  56. μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.
  57. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  58. μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.
  59. οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
  60. πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·
  61. ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,
  62. ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
  63. ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  64. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
  65. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
  66. τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς
  67. ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.
  68. τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·
  69. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
  70. ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα
  71. οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
  72. ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
  73. οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
  74. τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ
  75. εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
  76. οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
  77. ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
  78. αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.
  79. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  80. μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
  81. δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.
  82. ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι
  83. ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.
  84. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ
  85. ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
  86. ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
  87. ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
  88. ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,
  89. τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν
  90. ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
  91. ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
  92. ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·
  93. ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
  94. ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.
  95. Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  96. μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
  97. τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν
  98. ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;
  99. οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
  100. ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
  101. ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·
  102. σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.
  103. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  104. τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
  105. οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι
  106. οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ
  107. ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ
  108. γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν
  109. σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.
  110. ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  111. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  112. Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον
  113. πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
  114. νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  115. τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
  116. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  117. καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
  118. ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
  119. φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
  120. ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι
  121. κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  122. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  123. αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
  124. μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι
  125. ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
  126. ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
  127. ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
  128. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  129. τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  130. πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
  131. δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
  132. αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
  133. ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
  134. ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
  135. ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
  136. μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
  137. ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
  138. ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
  139. φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
  140. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
  141. πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
  142. ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
  143. φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
  144. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
  145. τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
  146. ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
  147. ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
  148. ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
  149. σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο
  150. εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
  151. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  152. αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  153. Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  154. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
  155. αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
  156. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
  157. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  158. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  159. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  160. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
  161. ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
  162. ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
  163. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
  164. ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
  165. δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
  166. κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
  167. οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
  168. ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
  169. ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  170. ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
  171. λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
  172. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  173. δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω
  174. οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα
  175. ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
  176. ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
  177. ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
  178. ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,
  179. κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
  180. ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
  181. ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
  182. ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  183. τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
  184. καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  185. ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
  186. ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,
  187. ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
  188. ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
  189. θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
  190. ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
  191. τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
  192. πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
  193. κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
  194. καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
  195. κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
  196. εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
  197. ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
  198. ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
  199. δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·
  200. ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
  201. οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
  202. ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
  203. ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
  204. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  205. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
  206. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
  207. δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
  208. μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
  209. ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
  210. οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
  211. ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
  212. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
  213. οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
  214. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  215. ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
  216. ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
  217. οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  218. ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
  219. εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
  220. ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
  221. τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
  222. τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
  223. λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
  224. νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
  225. εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
  226. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
  227. Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  228. ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
  229. πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
  230. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
  231. κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
  232. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
  233. ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
  234. ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
  235. παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
  236. νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
  237. ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
  238. ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
  239. δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
  240. καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
  241. εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
  242. νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε
  243. ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους
  244. ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,
  245. Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
  246. καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
  247. ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων
  248. ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
  249. πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
  250. ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
  251. ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
  252. νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
  253. ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
  254. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
  255. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  256. εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
  257. σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
  258. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
  259. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
  260. εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
  261. πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
  262. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  263. δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις
  264. εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.
  265. οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
  266. χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν
  267. ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,
  268. εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
  269. ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
  270. οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,
  271. οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
  272. σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
  273. ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
  274. φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
  275. καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,
  276. ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
  277. ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
  278. οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας
  279. ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  280. πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
  281. ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ
  282. γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
  283. ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
  284. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  285. εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
  286. ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
  287. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  288. τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
  289. ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
  290. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  291. γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
  292. τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
  293. ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
  294. ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
  295. ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
  296. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
  297. παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
  298. αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
  299. τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
  300. τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
  301. ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
  302. ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
  303. οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
  304. ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
  305. αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
  306. ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
  307. πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
  308. πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
  309. ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα
  310. ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
  311. ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
  312. ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
  313. ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
  314. καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
  315. ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
  316. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
  317. ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
  318. οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
  319. πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
  320. καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
  321. ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
  322. ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
  323. νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
  324. μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·
  325. ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
  326. ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
  327. Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
  328. ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
  329. ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
  330. Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
  331. πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
  332. ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
  333. ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
  334. ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  335. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  336. ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
  337. ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
  338. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  339. καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
  340. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
  341. τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
  342. λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
  343. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  344. ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
  345. εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
  346. αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
  347. ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
  348. εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
  349. ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
  350. ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
  351. κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
  352. ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
  353. νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
  354. κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
  355. μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
  356. πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
  357. δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
  358. ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
  359. ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
  360. σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
  361. αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
  362. ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
  363. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  364. ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
  365. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
  366. ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
  367. πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
  368. οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
  369. ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.
  370. ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη
  371. νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.
  1. Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
  2. ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
  3. καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει
  4. ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
  5. τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
  6. ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
  7. τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
  8. ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,
  9. ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν
  10. Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.
  11. πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
  12. ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
  13. ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,
  14. ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
  15. εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
  16. καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
  17. Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  18. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο
  19. ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
  20. ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  21. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ
  22. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  23. τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·
  24. Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ
  25. ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
  26. οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
  27. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.
  28. ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
  29. μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
  30. ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
  31. δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
  32. τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  33. ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·
  34. νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
  35. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·
  36. ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  37. ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι
  38. κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,
  39. μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης
  40. κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
  41. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν
  42. παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
  43. αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
  44. κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
  45. ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ
  46. δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
  47. μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
  48. ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει
  49. θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·
  50. καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
  51. εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
  52. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  53. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  54. ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
  55. μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
  56. ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
  57. ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
  58. ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
  59. οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
  60. Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
  61. θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας
  62. Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
  63. ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
  64. κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·
  65. ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ
  66. μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
  67. καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
  68. καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ
  69. τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
  70. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
  71. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
  72. ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,
  73. οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
  74. χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
  75. φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
  76. ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
  77. μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
  78. χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
  79. τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
  80. ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
  81. χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
  82. ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
  83. ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
  84. τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
  85. μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
  86. θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
  87. ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
  88. ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
  89. ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
  90. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
  91. οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
  92. ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
  93. ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
  94. πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
  95. αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
  96. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
  97. Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
  98. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  99. ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
  100. ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
  101. τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
  102. ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  103. παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
  104. ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
  105. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  106. Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
  107. πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
  108. κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  109. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  110. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  111. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  112. βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  113. ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  114. εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  115. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  116. ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
  117. Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  118. μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  119. σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
  120. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
  121. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  122. μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
  123. σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
  124. ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
  125. μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
  126. ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
  127. ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
  128. ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  129. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  130. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  131. κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  132. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  133. ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  134. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  135. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  136. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  137. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  138. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  139. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  140. νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
  141. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
  142. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  143. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  144. καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
  145. καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
  146. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.
  147. εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
  148. πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
  149. καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
  150. ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
  151. ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  152. ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·
  153. τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
  154. ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς
  155. ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.
  156. τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,
  157. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
  158. σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·
  159. οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
  160. ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,
  161. ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
  162. αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
  163. βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·
  164. ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
  165. σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας
  166. ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
  167. αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε
  168. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
  169. ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
  170. οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
  171. νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.
  172. ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
  173. ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
  174. τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·
  175. Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
  176. αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
  177. ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,
  178. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
  179. δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.
  180. αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,
  181. ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  182. γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·
  183. αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ
  184. κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
  185. κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
  186. ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν
  187. σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·
  188. οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,
  189. οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
  190. κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
  191. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  192. ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,
  193. ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
  194. ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
  195. κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,
  196. ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται
  197. ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν
  198. ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
  199. οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
  200. κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ
  201. ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
  202. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
  203. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  204. ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·
  205. οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο
  206. καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς
  207. Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.
  208. ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,
  209. ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
  210. δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.
  211. ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα
  212. ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.
  213. ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·
  214. ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,
  215. δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·
  216. αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
  217. αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,
  218. ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.
  219. ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.
  220. οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς
  221. ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
  222. οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
  223. οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε
  224. αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
  225. ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
  226. τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
  227. λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα
  228. ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας
  229. κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,
  230. χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν
  231. αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.
  232. τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς
  233. γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,
  234. στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
  235. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  236. κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα
  237. εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  238. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  239. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  240. πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
  241. τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
  242. ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·
  243. τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·
  244. ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν
  245. ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
  246. οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
  247. οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
  248. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
  249. αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας
  250. λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
  251. οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,
  252. οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
  253. εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
  254. τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,
  255. εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.
  256. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  257. τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;
  258. καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
  259. εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν
  260. οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,
  261. οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
  262. εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον
  263. ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν
  264. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
  265. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  266. ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ
  267. ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος
  268. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·
  269. εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε
  270. Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.
  271. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  272. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,
  273. καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
  274. χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,
  275. δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
  276. δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
  277. τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,
  278. χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,
  279. τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
  280. τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·
  281. ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
  282. ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·
  283. δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·
  284. εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,
  285. τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
  286. καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
  287. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  288. πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον
  289. σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,
  290. δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης
  291. ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου
  292. θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ
  293. κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·
  294. οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,
  295. κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,
  296. ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
  297. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  298. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  299. ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο
  300. ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας
  301. νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;
  302. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  303. τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.
  304. εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,
  305. υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·
  306. αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων
  307. πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
  308. νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.
  309. αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,
  310. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,
  311. δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,
  312. δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
  313. χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει
  314. μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.
  315. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
  316. ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
  317. χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
  318. τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
  319. δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.
  320. κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·
  321. κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
  322. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  323. ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  324. ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
  325. μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
  326. λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  327. τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
  328. εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
  329. σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
  330. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  331. οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
  332. τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
  333. οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
  334. ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
  335. δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
  336. εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
  337. εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
  338. παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
  339. ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
  340. ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
  341. συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
  342. δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
  343. ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
  344. ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
  345. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  346. σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  347. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
  348. εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
  349. αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
  350. ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·
  351. Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
  352. εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
  353. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
  354. ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
  355. πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
  356. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  357. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  358. ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
  359. ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  360. προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
  361. ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
  362. οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  363. εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  364. ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
  365. τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  366. ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  367. ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
  368. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
  369. μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
  370. ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,
  371. ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
  372. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  373. ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
  374. εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
  375. τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
  376. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  377. οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
  378. ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
  379. τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
  380. τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
  381. ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
  382. πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
  383. ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
  384. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  385. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  386. ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
  387. ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
  388. ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
  389. μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
  390. ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
  391. οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
  392. ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς
  393. μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
  394. ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·
  395. δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
  396. μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
  397. ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας
  398. ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,
  399. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  400. ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν
  401. οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,
  402. οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  403. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
  404. ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
  405. νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.
  406. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  407. ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
  408. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.
  409. ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα
  410. δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
  411. ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
  412. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
  413. Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
  414. μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.
  415. οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
  416. μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,
  417. ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
  418. τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
  419. πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·
  420. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
  421. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  422. τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·
  423. παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
  424. Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·
  425. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·
  426. ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·
  427. τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
  428. ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·
  429. τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,
  430. ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι
  431. ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
  432. ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·
  433. λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
  434. εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
  435. τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
  436. ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
  437. ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.
  438. ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.
  439. ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
  440. ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
  441. ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.
  442. τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·
  443. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς
  444. ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·
  445. αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ
  446. ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
  447. ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος
  448. φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
  449. θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  450. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
  451. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
  452. Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
  453. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
  454. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  455. ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·
  456. οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
  457. ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
  458. οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
  459. κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
  460. ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.
  461. καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
  462. μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
  463. ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
  464. ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·
  465. οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει
  466. πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
  467. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
  468. ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
  469. τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
  470. φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
  471. ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
  472. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
  473. ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
  474. εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
  475. ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  476. τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
  477. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  478. τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
  479. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  480. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  481. ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
  482. ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
  483. ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
  484. ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
  485. ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων
  486. ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
  487. ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
  488. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
  489. οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
  490. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  491. ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.
  492. ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·
  493. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·
  494. αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
  495. οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.
  496. ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
  497. τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
  498. ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,
  499. καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
  500. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
  501. ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
  502. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
  503. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.