Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
  2. ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
  3. δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
  4. ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
  5. ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·
  6. τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
  7. τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
  8. χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
  9. οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε