Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,
  2. αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
  3. ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
  4. δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
  5. ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
  6. ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·
  7. τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
  8. τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
  9. χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
  10. οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
  11. εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·
  12. αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
  13. οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
  14. ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν
  15. ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·
  16. πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
  17. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  18. ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
  19. ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,
  20. μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
  21. ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.
  22. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  23. πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
  24. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
  25. ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς
  26. εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
  27. γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος
  28. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·