Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
  2. ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
  3. ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,
  4. αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
  5. ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
  6. δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.