Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
  2. κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
  3. ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
  4. ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
  5. ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,
  6. αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
  7. ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις