Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν
- μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.
- ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
- κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
- ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
- ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
- ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,
- αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
- ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
- δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
- ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
- ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·
- τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
- τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
- χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
- οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
- εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·
- αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
- οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
- ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν
- ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·
- πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
- τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
- ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
- ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,
- μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
- ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,
- ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς
- εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.