Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  2. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
  3. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
  4. λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
  5. ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
  6. αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
  7. δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
  8. μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
  9. εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.
  10. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·
  11. μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
  12. τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν