Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς
  2. αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.
  3. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  4. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
  5. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
  6. λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
  7. ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
  8. αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
  9. δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
  10. μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,