Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
  2. αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
  3. πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
  4. κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
  5. ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς
  6. αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.
  7. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  8. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
  9. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
  10. λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
  11. ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.