Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
  2. αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
  3. δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
  4. μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
  5. θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων
  6. ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,
  7. τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.
  8. ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
  9. αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.