Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
  • αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  • ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
  • αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
  • δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
  • μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
  • θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων