Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  2. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  3. αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  4. εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
  5. ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
  6. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  7. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
  8. αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
  9. δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
  10. μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
  11. θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων