Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
  2. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  3. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  4. αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  5. εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
  6. ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
  7. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  8. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.