Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
  2. οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
  3. Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
  4. σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
  5. ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  6. εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
  7. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  8. μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν
  9. ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
  10. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  11. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  12. αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  13. εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
  14. ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
  15. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  16. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
  17. αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
  18. δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
  19. μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
  20. θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων
  21. ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,
  22. τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.
  23. ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
  24. αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
  25. πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
  26. κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
  27. ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς
  28. αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.