Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
  2. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
  3. οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
  4. Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
  5. σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
  6. ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  7. εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
  8. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς