Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
  • δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
  • εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
  • τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
  • οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
  • Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
  • σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
  • ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  • εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.