Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  2. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  3. πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
  4. δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
  5. εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
  6. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,