Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
  2. ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
  3. αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
  4. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  5. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  6. πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
  7. δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
  8. εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
  9. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
  10. οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
  11. Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
  12. σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.