Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
  2. ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·
  3. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
  4. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  5. ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·
  6. οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.
  7. τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·
  8. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
  9. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
  10. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
  11. ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
  12. αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
  13. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  14. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  15. πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
  16. δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
  17. εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
  18. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
  19. οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
  20. Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
  21. σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
  22. ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  23. εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
  24. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  25. μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν
  26. ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
  27. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  28. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  29. αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  30. εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
  31. ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
  32. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  33. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
  34. αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
  35. δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
  36. μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
  37. θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων
  38. ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,
  39. τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.
  40. ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
  41. αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
  42. πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
  43. κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
  44. ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς
  45. αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.
  46. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
  47. ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
  48. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
  49. λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
  50. ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
  51. αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
  52. δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
  53. μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
  54. εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.
  55. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·
  56. μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
  57. τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν