Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·
  2. δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν
  3. δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·
  4. ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
  5. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  6. ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
  7. βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.
  8. εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
  9. αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,