Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
  2. δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
  3. κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
  4. τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
  5. ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
  6. δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·