Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
  2. πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
  3. ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
  4. τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
  5. πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες
  6. κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
  7. δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
  8. κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
  9. τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
  10. ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
  11. δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·
  12. Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,