Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
  2. ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
  3. ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
  4. ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
  5. ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
  6. πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
  7. πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
  8. ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.