Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
  2. ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
  3. κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
  4. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  5. θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
  6. ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
  7. ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
  8. ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
  9. ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
  10. ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
  11. ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
  12. ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
  13. πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
  14. πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
  15. ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
  16. τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
  17. πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες
  18. κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
  19. δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
  20. κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
  21. τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
  22. ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
  23. δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·
  24. Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,