Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
  2. ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
  3. αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.
  4. Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
  5. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  6. ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
  7. μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
  8. ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
  9. κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.