Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
  • δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
  • αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
  • οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
  • οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
  • νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.