Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
  2. ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
  3. καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
  4. οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
  5. εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
  6. ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
  7. ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
  8. πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
  9. ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
  10. αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.
  11. Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,