Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
- αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
- ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
- καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
- οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
- εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
- ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
- ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
- πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
- ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
- αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.
- Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
- καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
- ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
- μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
- ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
- κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
- τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
- θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
- ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
- ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.