Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
- ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
- ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
- αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
- ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
- καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
- οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
- εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
- ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
- ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
- πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
- ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
- αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.
- Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
- καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
- ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
- μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
- ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
- κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
- τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
- θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
- ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
- ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
- ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
- ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
- ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
- ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
- ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
- πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
- πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
- ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
- τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
- πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες
- κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
- δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
- κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
- τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
- ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
- δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·
- Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
- ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
- ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
- κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·
- δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν
- δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·
- ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
- ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
- ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
- βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.
- εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
- αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
- ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·
- πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν
- αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·
- ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
- ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
- ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·
- ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·
- οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.
- τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·
- οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
- οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
- τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
- ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
- αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
- τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
- τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
- πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
- δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
- εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
- τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
- οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
- Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
- σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
- ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
- εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
- μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν
- ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
- ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
- ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
- αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
- εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
- ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
- αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
- ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
- αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
- δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
- μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
- θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων
- ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,
- τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.
- ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
- αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
- πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,
- κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,
- ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς
- αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.
- αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
- ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
- αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
- λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
- ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
- αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
- δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
- μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
- εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.
- τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·
- μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
- τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν
- μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.
- ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
- κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
- ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
- ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
- ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,
- αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
- ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
- δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
- ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
- ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·
- τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
- τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,
- χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
- οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
- εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·