Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
  2. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  3. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  4. αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
  5. πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
  6. αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
  7. παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
  8. ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
  9. καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,
  10. ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
  11. πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
  12. ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
  13. ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
  14. αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
  15. ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
  16. καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
  17. οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
  18. εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
  19. ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
  20. ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
  21. πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
  22. ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
  23. αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.
  24. Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
  25. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  26. ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
  27. μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
  28. ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
  29. κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
  30. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  31. θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
  32. ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
  33. ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
  34. ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
  35. ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
  36. ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
  37. ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
  38. ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
  39. πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
  40. πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
  41. ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
  42. τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
  43. πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες
  44. κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
  45. δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
  46. κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
  47. τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
  48. ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
  49. δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·
  50. Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
  51. ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
  52. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  53. κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·
  54. δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν
  55. δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·
  56. ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
  57. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  58. ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
  59. βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.
  60. εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
  61. αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
  62. ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·
  63. πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν
  64. αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·
  65. ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
  66. ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
  67. ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·
  68. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
  69. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  70. ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·
  71. οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.
  72. τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·
  73. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
  74. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
  75. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
  76. ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
  77. αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
  78. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  79. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  80. πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
  81. δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
  82. εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
  83. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
  84. οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
  85. Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
  86. σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
  87. ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  88. εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
  89. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  90. μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν
  91. ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
  92. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  93. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  94. αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην