Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
  2. Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
  3. ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
  4. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  5. γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
  6. ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
  7. μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
  8. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
  9. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·