Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
  2. ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
  3. Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
  4. ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
  5. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  6. γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
  7. ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
  8. μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
  9. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
  10. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  11. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·