Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
  2. ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
  3. ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
  4. Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
  5. ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
  6. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  7. γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
  8. ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
  9. μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
  10. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
  11. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·