Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
  2. ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
  3. ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
  4. ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
  5. Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
  6. ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
  7. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  8. γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
  9. ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
  10. μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
  11. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
  12. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·