Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
  2. ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
  3. ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
  4. ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
  5. ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
  6. Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
  7. ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
  8. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  9. γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.