Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
  2. Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
  3. ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
  4. ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
  5. ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
  6. ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
  7. Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
  8. ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
  9. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  10. γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
  11. ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
  12. μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
  13. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
  14. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  15. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  16. αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
  17. πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
  18. αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
  19. παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
  20. ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
  21. καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,
  22. ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
  23. πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
  24. ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
  25. ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
  26. αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
  27. ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
  28. καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
  29. οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
  30. εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
  31. ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
  32. ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
  33. πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα