Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
  2. τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  3. ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι
  4. δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
  5. δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
  6. αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
  7. οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
  8. οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
  9. νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
  10. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
  11. πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
  12. Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  13. εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
  14. ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
  15. πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.
  16. ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,
  17. Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
  18. οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,
  19. ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
  20. ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
  21. αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
  22. νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
  23. σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
  24. ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
  25. τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
  26. χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
  27. ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
  28. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  29. Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,
  30. ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,
  31. οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
  32. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  33. νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι