Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
  2. ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
  3. κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
  4. κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
  5. φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
  6. Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
  7. Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.