Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
  2. τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
  3. ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
  4. κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
  5. κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
  6. φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
  7. Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
  8. Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
  9. ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
  10. ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
  11. ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
  12. ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ