Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
  2. σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
  3. τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
  4. ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
  5. κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
  6. κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.