Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  2. οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
  3. εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους
  4. παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
  5. ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·
  6. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
  7. αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
  8. κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·
  9. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  10. εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
  11. πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι