Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  • οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
  • εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους
  • παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
  • ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·
  • τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
  • αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
  • κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·