Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
  2. τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
  3. κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.
  4. Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
  5. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·