Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν
- ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.
- οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·
- τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
- ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.
- οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
- ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·
- ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
- οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ
- γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·
- ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
- τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
- κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.
- Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
- καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
- γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
- οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
- εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους
- παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
- ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·
- τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
- αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
- κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
- πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
- τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
- σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
- τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
- ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
- κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
- κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
- φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
- Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
- Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
- ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
- ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
- ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
- ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
- Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
- ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
- ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
- γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
- ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
- μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
- αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
- καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
- γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
- αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
- πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
- αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
- παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
- ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
- καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,
- ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
- πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
- ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
- ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
- αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
- ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
- καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
- οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
- εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
- ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
- ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
- πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
- ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
- αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.
- Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
- καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
- ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
- μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
- ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
- κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
- τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
- θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
- ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
- ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
- ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
- ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
- ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
- ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
- ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,