Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
  2. Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα
  3. δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·
  4. ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
  5. δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν
  6. ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.
  7. οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·
  8. τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
  9. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.
  10. οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
  11. ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·
  12. ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
  13. οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ
  14. γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·
  15. ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
  16. τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
  17. κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.
  18. Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
  19. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  20. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  21. οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
  22. εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους
  23. παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
  24. ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·
  25. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
  26. αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
  27. κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·
  28. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  29. εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
  30. πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
  31. τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
  32. σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
  33. τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
  34. ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
  35. κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
  36. κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
  37. φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
  38. Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,
  39. Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
  40. ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
  41. ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,
  42. ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
  43. ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ
  44. Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
  45. ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
  46. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  47. γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
  48. ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
  49. μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
  50. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
  51. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  52. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  53. αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
  54. πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
  55. αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
  56. παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
  57. ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.