Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν
  2. μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  3. τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας
  4. ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.
  5. ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς
  6. οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
  7. Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα
  8. δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·