Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
  2. βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·
  3. ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν
  4. εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν
  5. μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  6. τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας
  7. ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.
  8. ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς
  9. οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.