Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
  2. τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
  3. αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
  4. ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
  5. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  6. βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  7. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  8. Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
  9. λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
  10. Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
  11. ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.